Add parallel Print Page Options

Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, [a]οὐκ ἄνθρωπος. πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. εἰ μὲν [b]οὖν ἦν ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεύς, [c]ὄντων τῶν προσφερόντων κατὰ [d]νόμον τὰ δῶρα· (οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα γάρ, φησίν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει)· [e]νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 8:2 οὐκ WH Treg NIV ] καὶ οὐκ RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 8:4 οὖν WH Treg NIV ] γὰρ RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 8:4 ὄντων WH Treg NIV ] + τῶν ἱερέων RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 8:4 νόμον WH Treg NIV ] τὸν νόμον RP
  5. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 8:6 νυνὶ Treg NIV RP ] νῦν WH